Ancient Greek · ~2 min
Volume 2
Zosimus Alchem., Περὶ διαφορᾶς χαλκοῦ κεκαυμένου (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 144r) 2.154
Not analysed yet
μαγνήτου τὸ δʹ, ἢ θείου ἀθίκτου ἥμισυ, ἵνα ῥεύσῃ ἐπὶ τὸν μολύβδον τὸν ἀπὸ στίμμεως καὶ λιθαργύρου· ἔπειτα πυρίτην, χαλκὸν, σίδηρον κάῃς, ἵνα πρεπόντως γένηται σκωρίδιον. Τούτῳ ἐπίβαλλε νεφέλην τὴν ἀπὸ ἀρσενίκου. Λευκαίνεται δὲ διὰ τοῦ θείου ἀθίκτου ἡ νεφέλη. Ὅταν δὲ λέγῃ ψιμύθιον ἅμα θείῳ ὀπτηθὲν, τὸ θεῖον ἄθικτον δηλοῖ, ἵνα γένηται χαλκὸς, μόλυβδος, ἐτήσιος· ὅταν δὲ λέγῃ· «τὸ δὲ αὐτὸ ποιεῖ καὶ μαγνησία λευκανθεῖσα,» κιννάβαριν συνοικονομηθεῖσαν ἔλεγεν. Ἀλλ' ἐρεῖ τις· μαγνησίαν πρῶτον εἴρηκεν, καὶ πυρίτην. Ναὶ, ἵνα μάθῃς ὅτι ἅμα τῷ χαλκῷ σίδηρος καὶ ὁ μόλυβδος βάλλεται, καὶ οἱ λίθοι, ἵνα γένηται χαλκὸς, μόλυβδος, ἐτήσιος χαλκός.