Ancient Greek
Volume 2
Zosimus Alchem., Περὶ σταθμῶν (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 153r) 2.178
Not analysed yet
ἁπλῶς ἔλεγεν, ἀλλὰ τὸ ἀπὸ κοπτικοῦ καὶ λιθαργύρου μέλανι τῷ ἡμῶν. Ἡ δὲ σκόρπισις ἐμοὶ λείωσις φαίνεται, ὡς ἀποδείξω ἐκ πασῶν τῶν γραφῶν ἐν τῇ ἐμῇ κατενεργείᾳ περὶ τοῦ σταθμοῦ. Εἰώθασιν γὰρ δι' ὧν καίουσιν ἢ σκορπίζουσιν ἢ ἐπιβάλλουσιν, διὰ τούτων συσταθμίζειν κεκρυμμένως· σταθμίζουσι τὸν μόλυβδον· ὃς καὶ διὰ τῆς διασκορπίσεως, καὶ συσταθμίζεται λεύκωσις καὶ ἴωσις διὰ τῆς ἐπιβολῆς. «Ἐπίβαλλε γὰρ τοῦ λευκοῦ φαρμάκου τὸ ἥμισυ», καὶ τὰ ἑξῆς. Πάντα οὖν ἐν πᾶσι κέκρυπται τῇ τέχνῃ ἀπὸ συσταθμίσεως καὶ ἰώσεως, ὁμοῦ πάντα· ἐπειδὴ ἐκ τῆς προϊζανούσης θείου τῇ φιάλῃ, οὐχ ὁρᾶται τὸ ὑποκείμενον σύνθεμα πότε λευκανθῇ ἐξ αὐτῆς θείου γινώσκουσιν. Ὅταν γὰρ λευκὴ γένηται, τὸ τηνικαῦτα γινώσκεται καὶ τὸ ὑποκείμενον λευκανθέν. Ἔνθεν ὁ Ἀγαθοδαίμων καθ' ἑκάστην λαμβάνειν θεῖον ἔλεγεν, ἢ λευκὴν ἢ οἵαν δήποτε. Ἐκείνη γὰρ ἡ μηνύουσα τὴν ὄπτησιν, ἣν ἁρπάζουσι καὶ κατακαίουσιν εἰς τὸ λείψανον τοῦ θείου, καὶ ἐκκρίνουσιν μᾶλλον ἢ ἐξίουσιν· λευκανθὲν γὰρ ἁρπάζουσιν. Ἐὰν γὰρ ἐάσωσιν, ἐπὶ τὸ ξανθὸν τρέπεται. Διὸ τοίνυν καὶ τοῦ θείου τοῦ λευκαίνοντος, τὸ πᾶν τοῦ σταθμοῦ παρὰ τῶν φιλοσόφων ζητήσωμεν. Ἔχει οὖν ἐν τῇ ὑστέρᾳ τῶν ζωμῶν ἀρσενίκου 𐆄αʹ, καὶ νίτρου ἥμισυ, καὶ φλοιῶν φύλλων περσέας ἁπαλῶν 𐆄βʹ, καὶ ἅλας ἥμισυ, καὶ συκαμίνου χυλοῦ 𐆄αʹ, καὶ στυπτηρίας σχιστῆς· τούτοις συλλειώσας ὅλα ὁμοῦ ἐν ὄξει ἢ οὔρῳ, ἢ ἀσβέστου στάκτῃ, ἕως γένηται ζωμός. Εἶτα ἐν σκιᾷ [πυρὸς] καταβάπτει πέταλα