Ancient Greek · ~5 min
Volume 2
Zosimus Alchem., Περὶ σκευασίας ὤχρας (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 157r) 2.187
Not analysed yet
βαφὴ ἔσται· πλὴν τὸ προκείμενον ἤτοι σῶμα μαγνησίας, ἤτοι μέλας μόλυβδος. Καὶ οἵαν τάξιν λέγουσιν χωρὶς τῶν βαφικῶν, περὶ αὐτῆς λέγουσιν πᾶσαι αἱ γραφαί. Εἴ ποτε οὖν ἀναγιγνώσκεις οἱανδήποτε τάξιν, ἐν τούτῳ τοίνυν ἔχε, καὶ θηράσεις πρᾶγμα τὸ ζητούμενον, μάλιστα ἐὰν Μαρίᾳ καὶ τῷ φιλοσόφῳ ἀκολουθήσῃς. Καὶ γὰρ πυρίτας, κιννάβαριν ὁ φιλόσοφος, ἢ κλαυδιανὸν, ἢ καδμίαν, ἢ ἀνδροδάμαντα, ἢ χρυσόκολλαν· ἢ ὅτι δεῖ ὑπὸ τὸν μολυβδόχαλκον, κιννάβαριν, σῶμα μαγνησίας ὃ λέγεται μέλας μόλυβδος. Κἄν τε πάλιν ἐν τῇ χρυσοποιΐᾳ ἀπέλθῃς καὶ εὑρήσῃς αὐτὰ κασσίτερον σκορπίζοντα ἢ σίδηρον ἢ χαλκὸν κιννάβαριν ὄντα, ἢ λιθάργυρον λευκὴν, σὺ πάλιν τὸ σὸν νόει, τῇ μαγνησίᾳ τὸν μολυβδόχαλκον ἢ μόλυβδον τὸν μολυβδόχαλκον. Κἂν γὰρ ἀργυροποιΐαν λέγουσιν, ἢ χρυσοποιΐαν περὶ τοῦ μολυβδοχάλκου λέγουσιν· ὅπερ ἀπαρτίσαντες ἔχουσιν ἀποκείμενον· καὶ ὅτε θέλουσιν, σκορπίσαντες πήσσουσιν· καὶ τότε λευκαίνουσιν ἢ ξάνθουσιν ἄρρευστον αὐτοῖς. Λευκαίνουσι δὲ θεῖον, καὶ λειώσαντες ἔχουσιν εἰς τὰ ἑπόμενα τοῦ ἀποτελέσματος· ταύτην τὴν μετὰ θείου καὶ ὑδραργύρου καλοῦσιν καῦσιν· καὶ χαλκὸν κεκαυμένον τὸν αὐτὸν, ὡς καὶ λεύκωσιν αἱμωπὸν, κατὰ τὴν ἐπιφάνειαν, καὶ κατὰ τὸ βάθος ἔχων εὑρίσκεται. Τοῦτο οὖν λέγουσι καῦσιν· διὰ δὲ τούτου τὸ ὅλον σύνθεμα αἰνιττόμενος, τὰς εἰς ἀμφοῖν αὐτοῦ λειώσεις ἐμήνυσεν, ὀρθῇ ὁδῷ χρησάμενος, πρῶτον τὸ λευκαίνειν εἴρηκεν, ἔπειτα τὸ ξανθῶσαι.