Ancient Greek · ~2 min
Volume 2
Zosimus Alchem., Περὶ τοῦ θείου ὕδατος (+ Ζωσίμου τοῦ Πανοπολίτου γνήσια ὑπομνήματα περὶ τοῦ θείου ὕδατος) 2.144
Not analysed yet
κρατεῖ. Τοῦτο τὸ ἀργύριον ὕδωρ, τὸ ἀρσενόθηλυ, τὸ φεῦγον ἀεὶ, τὸ ἐπειγόμενον εἰς τὰ ἴδια, τὸ θεῖον ὕδωρ, ὃ πάντες ἠγνοήκασιν, οὗ ἡ φύσις δυσθεώρητος· οὔτε γὰρ μέταλλόν ἐστιν, οὔτε ὕδωρ ἀεικίνητον, οὔτε σῶμα· οὐ γὰρ κρατεῖται. Τοῦτό ἐστι τὸ πᾶν ἐν πᾶσι· καὶ γὰρ ζωὴν ἔχει καὶ πνεῦμα, καὶ ἀναιρετικόν ἐστι. Τοῦτο ὁ νοῶν καὶ χρυσὸν καὶ ἄργυρον ἔχει. Ἡ μὲν δύναμις κέκρυπται· ἀνάκειται δὲ τῷ ἐρωτύλῳ.