Ancient Greek · ~2 min
Volume 2
Zosimus Alchem., Περὶ τοῦ ὅτι πάντων τῶν ὑγρῶν τὸ θεῖον ὕδωρ καλοῦσιν· καὶ τοῦτο συνθετόν ἐστιν καὶ οὐχ ἁπλο 2.154
Not analysed yet
ΠΕΡΙ ΤΟΥ ΟΤΙ ΠΑΝΤΩΝ ΤΩΝ ΥΓΡΩΝ ΤΟ ΘΕΙΟΝ ΥΔΩΡ ΚΑΛΟΥΣΙΝ· ΚΑΙ ΤΟΥΤΟ ΣΥΝΘΕΤΟΝ ΕΣΤΙΝ, ΚΑΙ ΟΥΧ ΑΠΛΟΥΝ Τὴν προγεγραμμένην νεφέλην ἕψει ἐλαίῳ· ἡ προγεγραμμένη νεφέλη ὅλον τὸ σύνθεμα· ἔοικεν γὰρ τὸ ὕδωρ τοῦ θείου καὶ ἔλαιον λαμβάνειν. Μετὰ ὅλων δὲ τῶν ὑγρῶν οἰκονομοῦσιν, ἔνυγρον αἰνισσόμενοι· πρῶτον γὰρ ὀξάλμῃ, εἶτα ἐλαίῳ, εἶτα μέλιτι καὶ γάλακτι, ὕδωρ θεῖον αἰνίσσονται· ἀλλὰ καὶ ὁ κρόκος καθ' ἑαυτὸν ἀδυναμεῖ, εἰ μὴ διὰ τοῦ σκεύους τοῦ θείου ὕδατος· καὶ οἱ βαφεῖς οὕτω χρῶνται·