# Περὶ τοῦ ὅτι πάντων τῶν ὑγρῶν τὸ θεῖον ὕδωρ καλοῦσιν· καὶ τοῦτο συνθετόν ἐστιν καὶ οὐχ ἁπλο 2.155

Zosimus, Περὶ τοῦ ὅτι πάντων τῶν ὑγρῶν τὸ θεῖον ὕδωρ καλοῦσιν· καὶ τοῦτο συνθετόν ἐστιν καὶ οὐχ ἁπλο, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus-alchem/text-4/2.155

Καὶ Μαρία· «λύσιν κομάρεως καὶ ἐλυδρίου.» Καὶ Δημόκριτος ἐν τῇ ὑστέρᾳ τάξει τῶν λευκῶν ζωμῶν· «Ὕδωρ ἀσβέστου στακτικῆς διὰ τοῦ ῥυτοῦ στάζον, ἢ δι' ὑλιστῆρος.» Ταριχεύονται τὰ εἴδη πάντα διὰ τῶν ἁπλῶν ὑγρῶν· καὶ τὰ ἐνδεχόμενα πλύνεται· πλύνονται δὲ οἷον τὰ στερεὰ σώματα· ταριχεύονται δὲ, ἢ λειούμενα, ἢ βρεχόμενα, καὶ τὰ ἐνδεχόμενα ἡλίῳ καὶ δρόσῳ λειοῦνται, ὡς τὸ λευκὸν θεῖον ἡ λιθάργυρος· ταριχεύονται περὶ τὸν ἀριθμὸν οἷα ἡμέραν αʹ ἢ γʹ ἢ εʹ ἢ ζʹ, [ἕως] τοῦτο ἐπὶ πάσης λειώσεως. Ταριχευθέντων οὖν αὐτῶν, συμμίξεις ποιήσεις καὶ συλλειοῖς ἐν δρόσῳ καὶ ἡλίῳ. Καὶ ἀναξηράνας καὶ συλλειώσας αὐτοῖς νιτρελαίῳ κατάσπα, καὶ εὑρήσεις μέλανα μόλυβδον. Τοῦτον λύε, ἀναλάμβανε ὑδράργυρον καὶ ὕδωρ θεῖον καὶ κόμμι, καὶ ὄπτησον ἐλαφροῖς φωσὶν, ἕως ἂν ἀπόθηται τὸ ὕδωρ, καὶ λύεις ἐν ἡλίῳ, ἕως οὗ λευκανθῇ καλῶς. Τοῦτο πολλάκις ποιοῦσιν βαπτίζοντες τὸ σκωρίδιον. Καὶ Πηβίχιος· «Κατάβαπτε δὶς ζʹ καὶ δὶς ὀκτὼ ἐπὶ ὀκτὼ καὶ ἐπιπλέω.» Καὶ Δημόκριτος, τὸ αὐτὸ ποιῶν ἐν τῇ ὑστέρᾳ τάξει τῶν λευκῶν ζωμῶν, εἰς τοῦτο πόρον καταβάπτει καὶ τὰ ἔνσκια πέταλα, καὶ ἀποσκιώσεις ποιεῖ. Καὶ ἀναξηράνας εἰ ἔστιν ἀσκίαστος, ἀναλάμβανε νεφέλην, βάλλε τὰ ξανθῶσαι δυνάμενα ὕδωρ θεῖον, καὶ κόμμι, πῆξον ἐλαφροῖς φῶσιν· Ὅταν πήξῃς, μεταβαλὼν [ἡμέρας βʹ ἢ γʹ] καταρρεῦσαι ποίησον εἰς τὸ τοῦ φαρμάκου λείψανον ἡμέρας βʹ ἢ γʹ

---

Zosimus Alchem., Περὶ τοῦ ὅτι πάντων τῶν ὑγρῶν τὸ θεῖον ὕδωρ καλοῦσιν· καὶ τοῦτο συνθετόν ἐστιν καὶ οὐχ ἁπλο. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4319.tlg014.local001/.
