Ancient Greek
Book 1, Chapter 13
Zosimus, Historia Nova 1.13.3
Not analysed yet
Τῆς δὲ βασιλείας ἤδη βεβαίως παρὰ Μαξιμίνου κατεχομένης, ἐν μεταμελείᾳ πάντες ἦσαν ὡς τυραννίδα πικρὰν μετρίας ἀλλαξάμενοι βασιλείας. γένους γὰρ ὢν ἀφανοῦς, ἅμα τῷ παραλαβεῖν τὴν ἀρχήν, ὅσα φύσει προσῆν αὐτῷ πλεονεκτήματα, τῇ τῆς ἐξουσίας ἐξέφαινεν παρρησίᾳ καὶ πᾶσιν ἀφόρητος ἦν, οὐχ ὑβρίζων εἰς τοὺς ἐν τέλει μόνον, ἀλλὰ καὶ μετὰ πάσης ὠμότητος τοῖς πράγμασι προσιών, μόνους δὲ θεραπεύων τοὺς συκοφάντας, ὅσοι μάλιστα τοὺς ἀπράγμονας κατεμήνυον ὡς ὀφείλοντάς τι τοῖς βασιλικοῖς ταμιείοις. ἤδη δὲ καὶ εἰς φόνους ἀκρίτους ἐχώρει χρημάτων ἐπιθυμίᾳ, καὶ ὅσα τῶν πόλεων ἦν οἰκεῖα ἐποίει, μετὰ τοῦ καὶ τοὺς οἰκήτορας τῶν οὐσιῶν ἀφαιρεῖσθαι.