Ancient Greek
Book 1, Chapter 32
Zosimus, Historia Nova 1.32.1
Not analysed yet
τῶν δὲ Σκυθῶν τὰ ἐν ποσὶ πάντα λῃζομένων, οἱ μὲν τὴν παραλίαν οἰκοῦντες τοῦ Πόντου πρὸς τὰ μεσόγεια καὶ ὀχυρώτατα ἀνεχώρουν, οἱ δὲ βάρβαροι τῷ Πιτυοῦντι πρώτῳ προσέβαλλον, τείχει τε μεγίστῳ περιβεβλημένῳ καὶ λιμένα εὐορμότατον ἔχοντι. Σουκεσσιανοῦ δὲ τῶν ἐκεῖσε στρατιωτῶν ἡγεμόνος καθεσταμένου μετὰ τῆς οὔσης αὐτόθι δυνάμεως ἀντιστάντος καὶ τοὺς βαρβάρους ἀποδιώξαντος, δεδιότες οἱ Σκύθαι μή ποτε καὶ ἐν τοῖς ἄλλοις φρουρίοις πυθόμενοι καὶ συστάντες τοῖς ἐν τῷ Πιτυοῦντι στρατιώταις ἄρδην αὐτοὺς ἀπολέσωσιν, ὅσων δεδύνηντο πλοίων ἐπιλαβόμενοι, σὺν κινδύνῳ μεγίστῳ τὰ οἰκεῖα κατέλαβον, ἐν τῷ κατὰ Πιτυοῦντα πολέμῳ πολλοὺς τῶν σφετέρων ἀποβαλόντες.