# Historia Nova 1.32.2-3

Zosimus, Historia Nova, 1.32.2 to 1.32.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/1.32.2

οἱ μὲν οὖν τὸν Εὔξεινον πόντον οἰκοῦντες τῇ Σουκεσσιανοῦ στρατηγίᾳ περισωθέντες, ὡς διεξήλθομεν, οὐδεπώποτε τοὺς Σκύθας ἤλπισαν αὖθις περαιωθήσεσθαι, τὸν εἰρημένον μοι τρόπον ἀποκρουσθέντας: Οὐαλεριανοῦ δὲ Σουκεσσιανὸν μετάπεμπτον ποιησαμένου καὶ ὕπαρχον τῆς αὐλῆς ἀναδείξαντος καὶ σὺν αὐτῷ τὰ περὶ τὴν Ἀντιόχειαν καὶ τὸν ταύτης οἰκισμὸν οἰκονομοῦντος, αὖθις οἱ Σκύθαι πλοῖα παρὰ τῶν Βοσπορανῶν λαβόντες ἐπεραιώθησαν. κατασχόντες δὲ τὰ πλοῖα, καὶ οὐχ ὥσπερ πρότερον τοῖς Βοσπορανοῖς ἐνδόντες μετὰ τούτων ἐπανελθεῖν οἴκαδε, πλησίον τοῦ Φάσιδος ὡρμίσθησαν, ἔνθα καὶ τὸ τῆς Φασιανῆς Ἀρτέμιδος ἱδρῦσθαι λέγουσιν ἱερὸν καὶ τὰ τοῦ Αἰήτου βασίλεια. πειραθέντες δὲ τὸ ἱερὸν ἑλεῖν καὶ οὐ δυνηθέντες εὐθὺ Πιτυοῦντος ἐχώρουν.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
