Ancient Greek
Book 1, Chapter 34
Zosimus, Historia Nova 1.34.2
Not analysed yet
ἀναμείναντες δὲ τὸν χειμῶνα, τὸν Εὔξεινον πόντον ἐν ἀριστερᾷ καταλιπόντες, τῆς πεζῆς δυνάμεως αὐτοῖς διὰ τῶν ᾐόνων κατὰ τὸ παρεῖκον συμπαραθεούσης, Ἴστρον καὶ Τομέα καὶ Ἀγχίαλον κατὰ τὸ δεξιὸν παραμείψαντες μέρος ἐπὶ τὴν Φιλεατίναν ἔβησαν λίμνην, ἣ κατὰ δυτικὰς τροπὰς Βυζαντίου πρὸς τῷ Πόντῳ διάκειται. γνόντες δὲ τοὺς ταύτῃ ἁλιέας ἐν τοῖς ἕλεσιν τοῖς ἐπικειμένοις τῇ λίμνῃ μετὰ τῶν ὄντων αὐτοῖς πλοίων ἀποκρυβέντας, ὁμολογίᾳ παραστησάμενοι καὶ τὴν πεζὴν δύναμιν ἐμβιβάσαντες ἐπὶ τὴν διὰ τοῦ πορθμοῦ τοῦ μεταξὺ Βυζαντίου καὶ Χαλκηδόνος ἐχώρουν διάβασιν.