Ancient Greek
1.40.2 to 1.40.3
Zosimus, Historia Nova 1.40.2-3
Not analysed yet
ἀνδρὶ τὰ πολέμια σφόδρα ἐξησκημένῳ. τούτου δὲ τὸν πόλεμον εὖ διατιθέντος, Γαλλιηνὸς ἐχόμενος τῆς ἐπὶ τὴν Ἰταλίαν ὁδοῦ εἰς τοιάνδε ἐπιβουλὴν ἐμπίπτει. Ἡρακλειανὸς ὁ τῆς αὐλῆς ὕπαρχος, κοινωνὸν τῆς σκέψεως λαβὼν Κλαύδιον ὃς μετὰ βασιλέα τῶν ὅλων ἐπιτροπεύειν ἐδόκει, θάνατον ἐπιβουλεύει Γαλιηνῷ. ἄνδρα δὲ εὑρὼν εἰς τὰ τοιαῦτα προχειρότατον ὃς τῆς τῶν Δαλματῶν ἦρχεν ἴλης, ἐγχειρίζει τούτῳ τὴν πρᾶξιν. ὃ δὲ ἐπιστὰς τῷ Γαλλιηνῷ δειπνοποιουμένῳ, καὶ φήσας ἀγγεῖλαί τινα τῶν κατασκόπων ὡς Αὐρίολος ἅμα τῇ σὺν αὐτῷ δυνάμει προσάγει, τοῖς τοιούτοις ἐπτόησεν λόγοις. ὅπλα τε οὖν ᾔτει καὶ ἀναθορὼν ἐς τὸν ἵππον σύνθημα τοῖς στρατιώταις ἐδίδου μετὰ τῶν ὅπλων ἀκολουθεῖν, καὶ οὐδὲ τοὺς δορυφοροῦντας ἐκδεξάμενος ἤλαυνεν. γυμνὸν οὖν ὁ ἰλάρχης θεασάμενος ἀποσφάττει.