Ancient Greek
Book 1, Chapter 43
Zosimus, Historia Nova 1.43.2
Not analysed yet
ἐς ἃ δὴ τρισχιλίους ἀποβαλόντες εἰς τὴν τῶν Δαλματῶν ἵππον ἐμπεπτωκότες, τοῖς λειπομένοις πρὸς τὴν οὖσαν ἅμα τῷ βασιλεῖ διηγωνίζοντο δύναμιν. μάχης δὲ γενομένης, ἐξ ἑκατέρου τε μέρους πεσόντων. . . ,ἐτρέποντο μὲν οἱ Ῥωμαῖοι, διὰ δὲ ἀτρίπτων αὐτοῖς ὁδῶν ἀπροσδοκήτοις ἐπιπεσόντες πέντε τῶν βαρβάρων μυριάδας διέφθειραν. μοῖρα δὲ τῶν Σκυθῶν Θεσσαλίαν καὶ τὴν Ἑλλάδα περιπλεύσασα τοὺς ταύτῃ τόπους ἐλῄζετο, πόλεσιν μὲν ἐπιέναι μὴ δυναμένη τῷ φθῆναι ταύτας τειχῶν τε καὶ τῆς ἄλλης ἀσφαλείας φροντίδα ποιήσασθαι, τοὺς δὲ ἐν τοῖς ἀγροῖς εὑρισκομένους ἀπάγουσα.