Ancient Greek
Book 1, Chapter 44
Zosimus, Historia Nova 1.44.2
Not analysed yet
Πρόβος δὲ καθῆραι τῶν καταποντιστῶν τὴν θάλατταν ἐκ βασιλέως ταχθείς, ἐπειδὴ τὴν Αἴγυπτον ἔγνω παρὰ Παλμυρηνῶν ἐχομένην, ἅμα τῇ σὺν αὐτῷ δυνάμει καὶ Αἰγυπτίων ὅσοι μὴ τὰ Παλμυρηνῶν φρονοῦντες ἔτυχον ἐπιθέμενος τὴν μὲν φρουρὰν ἐξέβαλεν: αὖθις δὲ Παλμυρηνῶν ἐπιστρατευσάντων, συναγαγόντος δὲ καὶ Πρόβου στρατόπεδον Αἰγυπτίων τε καὶ Λιβύων, ὑπέρτεροι μὲν ἦσαν Αἰγύπτιοι καὶ τῶν ὁρίων τῆς Αἰγύπτου Παλμυρηνοὺς ἤλαυνον, Πρόβου δὲ τὸ πρὸς τῇ Βαβυλῶνι καταλαβόντος ὄρος καὶ ταύτῃ τὴν ἐπὶ Συρίαν τῶν πολεμίων πάροδον ἀποκλείοντος, Τιμαγένης ἅτε δὴ ἴδρις τῶν τόπων, ἅμα δισχιλίοις Παλμυρηνῶν τὴν ἄκραν τοῦ ὄρους κατασχών, ἀδοκήτοις ἐπιστὰς τοῖς Αἰγυπτίοις διέφθειρεν: ἐν οἷς καὶ ὁ Πρόβος ἁλοὺς ἑαυτὸν ἀποσφάττει.