# Historia Nova 1.5.2

Zosimus, Historia Nova, Book 1, Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/1.5.2

καὶ διαβάντες εἰς τὴν Ἀσίαν καὶ πρὸς τοὺς ἐν τῷ Πόντῳ βασιλεῖς καὶ πρὸς Ἀντίοχον πολεμήσαντες, ὕστερον δὲ καὶ πρὸς τοὺς ἐν Αἰγύπτῳ δυνάστας, ἕως μὲν ὅτε τὰ τῆς ἀριστοκρατίας ἐφυλάττετο, προστιθέντες ἔτους ἑκάστου τῇ ἀρχῇ διετέλουν, τῶν ὑπάτων ὑπερβαλέσθαι ταῖς ἀρεταῖς ἀλλήλους φιλονεικούντων: τῶν δὲ ἐμφυλίων πολέμων Σύλλα τε καὶ Μαρίου καὶ μετὰ ταῦτα Ἰουλίου Καίσαρος καὶ Πομπηίου Μάγνου διαφθειράντων αὐτοῖς τὸ πολίτευμα, τῆς ἀριστοκρατίας ἀφέμενοι μόναρχον Ὀκταβιανὸν εἵλοντο, καὶ τῇ τούτου γνώμῃ τὴν πᾶσαν διοίκησιν ἐπιτρέψαντες ἔλαθον ἑαυτοὺς κύβον. ἀναρρίψαντες ἐπὶ ταῖς πάντων ἀνθρώπων ἐλπίσιν καὶ ἑνὸς ἀνδρὸς ὁρμῇ τε καὶ ἐξουσίᾳ τοσαύτης ἀρχῆς καταπιστεύσαντες κίνδυνον.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
