Ancient Greek
Book 1, Chapter 52
Zosimus, Historia Nova 1.52.2
Not analysed yet
τῇ πυκνότητι τῆς φάλαγγος ἀποσείσασθαι. καὶ πρὸς τὸ παράγγελμα εἶχε προθύμους. ἐπειδὴ δὲ κατὰ τὸ προσταχθὲν τὴν πρὸς τὸ ἄναντες ἄνοδον ἐποίησαντο, καταστάντες τοῖς ἐναντίοις ἰσοπαλεῖς ἔτρεψαν εὐθὺς εἰς φυγήν: καὶ οἳ μὲν κατὰ τῶν κρημνῶν φερόμενοι διερρήγνυντο, τοὺς δὲ οἱ διώκοντες ἀπέσφαττον, οὗτοί τε καὶ οἱ μὴ μετασχόντες τῆς ἐπὶ τὸν λόφον ἀνόδου. μετὰ δὲ τὴν νίκην ἐπ’ ἀδείας τὴν διάβασιν ποιουμένοις χαίροντας κύρον κατὰ ταῦτα τῇ ὁδοιπορίᾳ τοῦ βασιλέως χρωμένου.