Ancient Greek
1.57.1 to 1.57.2
Zosimus, Historia Nova 1.57.1-2
Not analysed yet
Ἄξιον δὲ τὰ συνενεχθέντα πρὸ τῆς Παλμυρηνῶν καθαιρέσεως ἀφηγήσασθαι, εἰ καὶ τὴν ἱστορίαν ἐν ἐπιδρομῇ φαίνομαι ποιησάμενος διὰ τὴν εἰρημένην ἐν προοιμίῳ μοι πρόθεσιν: Πολυβίου γὰρ ὅπως ἐκτήσαντο Ῥωμαῖοι τὴν ἀρχὴν ἐν ὀλίγῳ χρόνῳ διεξελθόντος, ὅπως ἐν οὐ πολλῷ χρόνῳ σφῇσιν ἀτασθαλίῃσιν αὐτὴν διέφθειραν ἔρχομαι λέξων. ἀλλὰ ταῦτα μέν, ἐπειδὰν ἐν ἐκείνῳ γένωμαι τῆς ἱστορίας τῷ μέρει: Παλμυρηνοῖς δὲ μέρους οὐκ ὀλίγου τῆς Ῥωμαίων ἐπικρατείας ἤδη κεκρατηκόσιν, ὡς διεξῆλθον, ἐκ τοῦ θείου πολλὰ προεμηνύθη τὴν συμβᾶσαν αὐτοῖς δηλοῦντα καθαίρεσιν. τίνα δὲ ταῦτα, ἐρῶ. ἐν Σελευκείᾳ τῇ κατὰ Κιλικίαν Ἀπόλλωνος ἱερὸν ἵδρυτο καλουμένου Σ̣̔?ʼρπηδονἴου, καὶ ἐν τούτῳ χρηστήριον.