Ancient Greek
Book 1, Chapter 57
Zosimus, Historia Nova 1.57.4
Not analysed yet
τοῖς Παλμυρηνοῖς δὲ χρωμένοις εἰ καθέξουσιν τὴν τῆς ἑῴας ἡγεμονίαν, ἔχρησεν ὁ θεὸς οὕτως ἔξιτέ μοι μεγάρων, ἀπατήμονες οὔλιοι ἄνδρες, φύτλης ἀθανάτων ἐρικυδέος ἀλγυντῆρες. πυνθανομένοις δέ τισιν περὶ τῆς Αὐρηλιανοῦ κατὰ Παλμυρηνῶν στρατείας ὁ θεὸς ἀνεῖλε κίρκος τρήρωσιν κρυερὸν γόον ἡγηλάζων, οἶος πολλῇσιν: ταὶ δὲ φρίσσουσι φονῆα.