Ancient Greek
Book 1, Chapter 64
Zosimus, Historia Nova 1.64.1
Not analysed yet
Ἐντεῦθεν εἰς ἐμφύλιον κατέστη τὰ πράγματα ταραχήν, τῶν μὲν κατὰ τὴν ἑῴαν βασιλέα Πρόβον ἑλομένων, τῶν δὲ κατὰ τὴν Ῥώμην Φλωριανόν. καὶ Πρόβος μὲν εἶχεν Συρίαν καὶ Φοινίκην καὶ Παλαιστίνην καὶ τὴν Αἴγυπτον ἅπασαν, τὰ δὲ ἀπὸ Κιλικίας μέχρις Ἰταλίας Φλωριανός: ὑπήκουον δὲ αὐτῷ καὶ τὰ ὑπὲρ τὰς Ἄλπεις ἔθνη, Γαλάται καὶ Ἴβηρες ἅμα τῇ Βρεττανικῇ νήσῳ, καὶ προσέτι γε ἅπασα Λιβύη καὶ τὰ Μαυρούσια φῦλα.