Ancient Greek
Book 1, Chapter 69
Zosimus, Historia Nova 1.69.1
Not analysed yet
Τούτων οὕτω περὶ τὸν Ῥῆνον αὐτῷ διαπολεμηθέντων, ἄξιον μηδὲ τὰ κατ̓ ἐκεῖνον τὸν χρόνον Ἰσαύροις πραχθέντα παραδραμεῖν. Λύδιος τὸ γένος Ἴσαυρος, ἐντεθραμμένος τῇ συνήθει λῃστείᾳ, στῖφος ὅμοιον ἑαυτῷ περιποιησάμενος τὴν Παμφυλίαν ἅπασαν καὶ Λυκίαν ἐπῄει: συνελθόντων δὲ στρατιωτῶν ἐπὶ τῇ τῶν λῃστῶν καταλήψει, πρὸς Ῥωμαϊκὸν στρατόπεδον οὐχ οἷός τε ὢν ἀντιτάττεσθαι Κρῆμναν κατελάμβανε, πόλιν οὖσαν Λυκίας, ἐν ἀποκρήμνῳ τε κειμένην καὶ κατὰ μέρος χαράδραις βαθυτάταις ὠχυρωμένην, ἐν ταύτῃ πολλοὺς ὡς ἐν ἀσφαλεῖ καὶ τειχήρει καταφυγόντας εὑρών.