Ancient Greek
Book 1, Chapter 7
Zosimus, Historia Nova 1.7.1
Not analysed yet
Ἐντεῦθεν ἄνδρες ἀγαθοὶ τὴν ἡγεμονίαν παραλαβόντες, Νέρουας τε καὶ Τραϊανὸς καὶ μετὰ τοῦτον Ἀδριανὸς ὅ τε εὐσεβὴς Ἀντωνῖνος καὶ ἡ τῶν ἀδελφῶν συνωρὶς Βῆρος καὶ Λούκιος, πολλὰ τῶν λελωβημένων ᾐξίωσαν διορθώσεως, καὶ οὐ μόνον ἅπερ εἶχον ἀπολωλεκότες οἱ πρὸ αὐτῶν ἀνεκτήσαντο, ἀλλὰ καί τινα τῶν οὐκ ὄντων προσέθεσαν. Κομμόδου δὲ τοῦ Μάρκου παιδὸς τὴν βασιλείαν παραλαβόντος, καὶ οὐ τυραννίδι μόνον ἀλλὰ καὶ πράξεσιν ἑαυτὸν ἀλλοκότοις ἐκδόντος, εἶτα ὑπὸ Μαρκίας τῆς παλλακῆς φρόνημα ἀνδρεῖον ἀνελομένης ἀναιρεθέντος, Περτίναξ ἄρχειν ᾑρέθη.