Ancient Greek
Book 2, Chapter 1
Zosimus, Historia Nova 2.1.1
Not analysed yet
ἐκ τοῦ τὸν μακρότατον ἀνθρώπου βίον τὸ μέσον διάστημα περιλαμβάνειν ταύτης τῆς ἑορτῆς: σέκουλα γὰρ τὸν αἰῶνα Ῥωμαῖοι καλοῦσιν. συντελεῖ δὲ πρὸς λοιμῶν καὶ φθορῶν καὶ νόσων ἀκέσεις. ἔσχεν δὲ τὴν ἀρχὴν ἐξ αἰτίας τοιᾶσδε. Οὐαλέσιος, ἀφ̓ οὗ τὸ Οὐαλεριανῶν κατάγεται γένος, ἦν ἐν τῷ Σαβίνων ἔθνει περιφανής. τούτῳ πρὸ τῆς οἰκίας ἄλσος ἦν ἐκ δένδρων μεγίστων. τούτων πεσόντος κεραυνοῦ καταφλεχθέντων ἠπόρει πρὸς τὸ ἐκ τοῦ κεραυνοῦ σημαινόμενον, νόσου δὲ τοῖς αὐτοῦ παισὶν ἐνσκηψάσης ὑπὲρ τὴν τῶν ἰατρῶν τέχνην διὰ τῶν μάντεων ᾔει.