Ancient Greek
Book 2, Chapter 12
Zosimus, Historia Nova 2.12.2
Not analysed yet
ἐφ̓ οἷς κινηθεὶς ὁ Μαξέντιος ὥρμησεν ἐπὶ τὴν Λιβύην ἐκπλεῦσαι καὶ τῶν ταῦτα τολμησάντων ἁμαρτήματα μετελθεῖν. τῶν δὲ μάντεων ἐκθυσαμένων αἴσιά τε οὐκ εἶναι τὰ ἱερεῖα λεγόντων, ὀκνήσας τὸν ἔκπλουν διά τε τὸ μὴ καλὰ φανῆναι τὰ ἱερὰ καὶ διὰ τὸ δεδιέναι μή ποτε Ἀλέξανδρος ἀντισταίη, τόπον ἐπέχειν τοῖς ὑπάρχοις τῆς αὐλῆς ἐν Λιβύῃ καθεσταμένος, καταπραττόμενος ἑαυτῷ τῆς αὐτῶν ὑπονοίας ἀπηλλαγμένην τὴν ἐπὶ Λιβύην ἐκ τῆς Ἰταλίας διάβασιν, ἐκπέμπει πρὸς Ἀλέξανδρον, ὅμηρον αἰτῶν αὑτῷ τὸν ἐκείνου παῖδα δοθῆναι: ἦν γὰρ παῖς τῷ Ἀλεξάνδρῳ τήν τε ἡλικίαν ἀκμάζων καὶ τὴν ὄψιν ὡραῖος.