Ancient Greek
Book 2, Chapter 19
Zosimus, Historia Nova 2.19.3
Not analysed yet
ἔτι δὲ τῶν στρατοπέδων καρτερῶς ἐγκειμένων, οἱ παρὰ Κωσταντίνου διῶξαι Λικίννιον προσταχθέντες ἐφίστανται τοῖς στρατεύμασι μαχομένοις ἔκ τινος ἀπόπτου χωρίου, κάμψαντες δὲ διά τινος λόφου δεῖν ἐνόμισαν ἐξ ὑπερδεξίου τόπου τοῖς οἰκείοις συμμῖξαι καὶ τοὺς ἐναντίους ἐς κύκλωσιν καταστῆσαι. φυλαξαμένων δὲ τῶν σὺν Λικιννίῳ καὶ γενναίως πρὸς ἅπαντας ἀγωνισαμένων, πολλῶν δὲ καὶ ἀναριθμήτων ἐξ ἑκατέρου πεσόντων τῆς τε μάχης ἰσοπαλοῦς γενομένης, ἐκ συνθήματος ἀλλήλων ἐχωρίσθη τὰ στρατεύματα.