Ancient Greek
Book 2, Chapter 21
Zosimus, Historia Nova 2.21.1
Not analysed yet
Κωσταντῖνος δὲ πυθόμενος Σαυρομάτας τῇ Μαιὥ̣?ʼιδι προσοικοῦντας λίμνῃ, ναυσὶ διαβάντας τὸν Ἴστρον, τὴν οὖσαν ὑπ’ αὐτῷ λῄζεσθαι χώραν, ἦγεν ἐπ’ αὐτοὺς τὰ στρατόπεδα. συναντησάντων δὲ καὶ τῶν βαρβάρων αὐτῷ μετὰ Ῥαυσιμόδου τοῦ σφῶν βασιλεύοντος, τὴν ἀρχὴν οἱ Σαυρομάται προσέβαλλον πόλει φρουρὰν ἀρκοῦσαν ἐχούσῃ, ἧς τὸ μὲν ἀπὸ γῆς ἀνατρέχον ἐς ὕψος τοῦ τείχους ἐκ λίθων ᾠκοδόμητο,