Ancient Greek
Book 2, Chapter 22
Zosimus, Historia Nova 2.22.2
Not analysed yet
καὶ σὺν παντὶ τάχει τριήρεις ἐξέπεμπόν οἱ Αἰγύπτιοι μὲν ὀγδοήκοντα, Φοίνικες δὲ τὰς ἴσας, Ἴωνες δὲ καὶ Δωριεῖς οἱ ἐν τῇ Ἀσίᾳ ἑξήκοντα, Κύπριοι δὲ τριάκοντα καὶ Κᾶρες εἴκοσι, Βιθυνοὶ δὲ τριάκοντα, καὶ πεντήκοντα Λίβυες. ὁ δὲ πεζὸς στρατὸς ἦν πεντεκαίδεκά που μυριάδων, ἱππεῖς δὲ πεντακισχίλιοί τε καὶ μύριοι: τούτους δὲ Φρυγία καὶ Καππαδοκία παρεῖχεν. ὡρμίσθησαν δὲ αἱ νῆες ἐν τῷ Πειραιεῖ μὲν αἱ Κωσταντίνου,