Ancient Greek
Book 2, Chapter 24
Zosimus, Historia Nova 2.24.3
Not analysed yet
φυγόντος δὲ Ἀβάντου μετὰ τεσσάρων νεῶν εἰς τὴν Ἀσίαν, τὰ μὲν τῆς ναυμαχίας τοῦτον διεπολεμήθη τὸν τρόπον: πλοίων δὲ παντοῖα κομιζόντων φορτία εἰς τὸν Ἑλλήσποντον ἀφικομένων καὶ πλείστην ἐπιτηδείων εὐπορίαν τοῖς Κωσταντίνου στρατηγοῖς ἐμποιησάντων, ἀνήγοντο μὲν οὗτοι μετὰ τοῦ στόλου παντὸς ὡς τοῖς τὸ Βυζάντιον πολιορκοῦσι συμμίξοντες, κυκλωσόμενοι δὲ καὶ διὰ θαλάσσης τὴν πόλιν, οἱ δὲ Λικιννίου πεζοὶ μηδὲ τὴν θέαν τῆς ναυτικῆς δυνάμεως ὑποστάντες, ἐπιλαβόμενοι νεῶν εἰς τὸν Ἐλαιοῦντα ἀπέπλεον.