Ancient Greek
Book 2, Chapter 26
Zosimus, Historia Nova 2.26.1
Not analysed yet
τούτου δὲ ὄντος ἐν τούτοις, ὁ Κωσταντῖνος ἔχων πλῆθος νεῶν καὶ φορτίδων καὶ πολεμιστηρίων, διὰ τούτων τε βουλόμενος τῆς ἀντιπέραν ᾐόνος κρατῆσαι, δεδιὼς τὸ τῆς κατὰ Βιθυνίαν ᾐόνος ναυσὶ μάλιστα φορτίσι δυσπρόσοδον, κέλητας καὶ ἀκάτια ταχυναυτοῦντα κατασκευάσας ἐπὶ τὸ λεγόμενον Ἱερὸν ἄκρον, πρὸς τῷ στόματι τοῦ Πόντου κείμενον, ἀναπλέει, σταδίοις διακοσίοις Χαλκηδόνος διεστηκός, κἀνταῦθα τὴν στρατιὰν ἀποβιβάσας ἐπί τινας λόφους ἀνῄει, καὶ ἐξ αὐτῶν παρετάττετο.