Ancient Greek
Book 2, Chapter 27
Zosimus, Historia Nova 2.27.2
Not analysed yet
οἱ μὲν οὖν πλείους ἠγνόησαν τὸν λόγον οἷα δὴ οὐκ ἐπιχώριον ὄντα, Πέρσης δέ τις ἐπιδημήσας τῇ Φρυγίᾳ καὶ τὸ κατὰ τὸν Μαρσύαν ἀκηκοὼς διήγημα τῆς ἀπειλῆς Ὁρμίσδου τὴν ἔννοιαν τοῖς παρακαθημένοις ἐξεῖπεν. οἳ δὲ κατασχόντες ἐν μνήμῃ τὴν ἀπειλήν, ἐπειδὴ τὸν πατέρα τὸν Ὁρμίσδου τελευτῆσαι συνέβη, μεμνημένοι τῶν ἀπειληθέντων οἱ Πέρσαι τὸν μὲν ἀδελφὸν τὸν αὐτοῦ νεώτερον ὄντα βασιλέα χειροτονοῦσι, καὶ ταῦτα τοῦ νόμου τῷ πρεσβυτέρῳ τῶν βασιλέως παίδων διδόντος τὴν τῶν ὅλων ἡγεμονίαν, Ὁρμίσδῃ δὲ πέδας ἐπιθέντες ἐφύλαττον ἔν τινι λόφῳ πρὸ τοῦ ἄστεος ὄντι.