Ancient Greek
Book 2, Chapter 3
Zosimus, Historia Nova 2.3.3
Not analysed yet
χρόνοις δὲ ὕστερον λοιμοῦ συμβάντος τῇ πόλει τῷ πρώτῳ μετὰ τοὺς βασιλέας ἔτει, Πόπλιος Βαλέριος Ποπλικόλας ἐν τούτῳ τῷ βωμῷ θύσας Ἅιδῃ καὶ Περσεφόνῃ μέλανα βοῦν καὶ δάμαλιν μέλαιναν ἠλευθέρωσε τῆς νόσου τὴν πόλιν, ἐπιγράψας τῷ βωμῷ ταῦτα. Πόπλιος Βαλέριος Ποπλικόλας τὸ πυροφόρον πεδίον Ἅιδῃ καὶ Περσεφόνῃ καθιέρωσα καὶ θεωρίας ἤγαγον Ἅιδῃ καὶ Περσεφόνῃ ὑπὲρ τῆς Ῥωμαίων ἐλευθερίας.