Ancient Greek
Book 2, Chapter 30
Zosimus, Historia Nova 2.30.4
Not analysed yet
τὸ μὲν οὖν ἀρχαῖον τῆς πόλεως μέγεθος τοῦτο ἦν: ἀγορὰν δὲ ἐν τῷ τόπῳ καθ̓ ὃν ἡ πύλη τὸ ἀρχαῖον ἦν οἰκοδομήσας κυκλοτερῆ, καὶ στοαῖς διστεγέσι ταύτην περιλαβών, ἁψῖδας δύο μαρμάρου Προκοννησίου μεγίστας ἀλλήλων ἀντίας ἀπετύπωσε, δἰ ὧν ἔνεστιν εἰσιέναι τε εἰς τὰς Σεβήρου στοὰς καὶ τῆς πάλαι πόλεως ἐξιέναι. πολλῷ δὲ μείζονα τὴν πόλιν ἀποφῆναι βουλόμενος, τοῦ πάλαι τείχους ἐπέκεινα σταδίοις πεντεκαίδεκα τείχει περιέβαλε τὴν πόλιν ἀπολαμβάνοντι πάντα τὸν ἰσθμὸν ἀπὸ θαλάσσης εἰς θάλασσαν.