Ancient Greek
Book 2, Chapter 31
Zosimus, Historia Nova 2.31.3
Not analysed yet
κατέχειν γὰρ πάλαι δοκοῦσα τοὺς λέοντας νῦν εἰς εὐχομένης μεταβέβληται σχῆμα, τὴν πόλιν ἐφορῶσα καὶ περιέπουσα. ἐν δὲ θατέρῳ Ῥώμης ἱδρύσατο Τύχην. κατασκευάσας δὲ οἰκίας τισὶν τῶν ἐκ τῆς γερουσίας ἀκολουθήσασιν αὐτῷ, διετέλεσεν πόλεμον οὐδένα κατωρθωκώς. ἐπελθόντων δὲ Θαϊφάλων, Σκυθικοῦ γένους, ἱππεῦσι πεντακοσίοις, οὐ μόνον οὐκ ἀντετάξατο τούτοις, ἀλλὰ τὸ πολὺ τῆς δυνάμεως ἀποβαλὼν καὶ τὰ μέχρι τοῦ χάρακος αὐτοὺς λῃζομένους ἰδὼν ἀγαπητῶς ἀποδρὰς διεσώθη.