Ancient Greek
Book 2, Chapter 34
Zosimus, Historia Nova 2.34.2
Not analysed yet
καὶ ταύτην δὴ τὴν ἀσφάλειαν διαφθείρων ὁ Κωσταντῖνος τῶν στρατιωτῶν τὸ πολὺ μέρος τῶν ἐσχατιῶν ἀποστήσας ταῖς οὐ δεομέναις βοηθείας πόλεσιν ἐγκατέστησε, καὶ τοὺς ἐνοχλουμένους ὑπὸ βαρβάρων ἐγύμνωσε βοηθείας, καὶ ταῖς ἀνειμέναις τῶν πόλεων τὴν ἀπὸ τῶν στρατιωτῶν ἐπέθηκε λύμην, δἰ ἣν ἤδη πλεῖσται γεγόνασιν ἔρημοι, καὶ τοὺς στρατιώτας ἐκδόντας ἑαυτοὺς θεάτροις καὶ τρυφαῖς ἐμαλάκισε, καὶ ἁπλῶς εἰπεῖν τῆς ἄχρι τοῦδε τῶν πραγμάτων ἀπωλείας αὐτὸς τὴν ἀρχὴν καὶ τὰ σπέρματα δέδωκε.