Ancient Greek
Book 2, Chapter 37
Zosimus, Historia Nova 2.37.1
Not analysed yet
Ὦ βασιλεῦ Θρῃκῶν, λείψεις πόλιν ἐν προβάτοισιν, αὐξήσεις δὲ λέοντα μέγαν, γαμψώνυχα, δεινόν, ὅς ποτε κινήσει πατρίας κειμήλια χώρας, γαῖαν δ̓ αἱρήσει μόχθων ἄτερ. οὐδέ σέ φημι σκηπτούχοις τιμαῖσιν ἀγάλλεσθαι μάλα δηρόν, ἐκ δὲ θρόνων πεσέειν, οἷοι κύνες ἀμφὶς ἔχουσι. κινήσεις δ̓ εὕδοντα λύκον γαμψώνυχα, δεινόν: οὐδ̓ ἐθέλοντι γὰρ εἴσω ὑπὸ ζυγὸν αὐχένα θήσει. δὴ τότε Βιθυνῶν γαῖαν λύκοι οἰκήσουσι Ζηνὸς ἐπιφροσύναισι. ταχὺ δ̓ ἐπιβήσεται ἀρχὴ ἀνδράσιν οἳ Βύζαντος ἕδος καταναιετάουσι. τρὶς μάκαρ Ἑλλήσποντε, θεόκτιτα τείχεά τ̓ ἀνδρῶν, θείαισιν ἐφετμαῖς ἣν λύκος αἰνόλυκος πτήξει κρατερῆς ὑπ’ ἀνάγκης. ὦμε γὰρ εἴσασίν τε ἐμὸν ναίοντες ἔδεθλον, οὐκέτι σιγήσω πατρὸς νόον, ἀλλ̓ ἀναδείξω ἀθανάτων λογίων θνητοῖς εὔσημον ἀοιδήν. Θρῇσσα κύει μέγα πῆμα, τόκος δέ οἱ οὐκέτι τηλοῦ, σπειραι παῖδα κακὸν . . καὶ τῇδε φέρουσαν: τρηχὺ παῤ ἠπείρου πλευρὰς ἐπιναισεται ἕλκος, καὶ μέγ̓ ἀνοιδήσει, ταχὺ δὲ ῥαγὲν αἱμοροήσει.