Ancient Greek
Book 2, Chapter 38
Zosimus, Historia Nova 2.38.4
Not analysed yet
ἦν οὖν ἰδεῖν τῶν εἰς τοῦτο τεταγμένων ἐπιδημούντων ταῖς πόλεσι φυγὴν ἁπάντων καὶ ἀποδημίαν ἀλλόφυλον, δέει τοῦ μὴ σὺν ἀπωλείᾳ τῆς οὐσίας ταύτης τυχεῖν τῆς ἀξίας. ἀπεγράψατο δὲ τὰς τῶν λαμπροτάτων οὐσίας, τέλος ἐπιθεὶς ᾧ τινὶ φόλλιν αὐτὸς ἐπέθηκεν ὄνομα. καὶ ταῖς τοιαύταις εἰσφοραῖς τὰς πόλεις ἐξεδαπάνησεν: ἐπιμεινάσης γὰρ καὶ μετὰ Κωσταντῖνον τῆς ἀπαιτήσεως ἐπὶ χρόνον συχνόν, ἐξαντλουμένου κατὰ βραχὺ τοῦ πλούτου τῶν πόλεων, ἔρημοι τῶν οἰκούντων αἱ πλεῖσται γεγόνασι.