Ancient Greek
Book 2, Chapter 4
Zosimus, Historia Nova 2.4.2
Not analysed yet
καὶ τῆς ἱερουργίας συντελεσθείσης τῶν ἐπικειμένων ἀπαλλαγέντες τὸν βωμὸν αὖθις ἐκάλυψαν, ἐν ἐσχάτῳ που κείμενον τοῦ Ἀρείου πεδίου. ταύτης ἐπὶ χρόνον τῆς θυσίας ἀμεληθείσης, αὖθίς τινων συμπεσόντων ἀποθυμίων ἀνενεώσατο τὴν ἑορτὴν Ὀκταβιανὸς ὁ σεβαστός, ὑπάτων ὄντων Λουκίου Κηνσωρίνου καὶ Μανίου Μανιλίου ,τὸν θεσμὸν Ἀτηίου Καπίτωνος ἐξηγησαμένου, τοὺς δὲ χρόνους, καθ̓ οὕς ἔδει τὴν θυσίαν γενέσθαι καὶ τὴν θεωρίαν ἀχθῆναι, τῶν πεντεκαίδεκα ἀνδρῶν, οἳ τὰ Σιβύλλης θέσφατα φυλάττειν ἐτάχθησαν, ἀνερευνησάντων.