# Historia Nova 2.42.1-3

Zosimus, Historia Nova, 2.42.1 to 2.42.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/2.42.1

τούτῳ δὲ τῷ τρόπῳ τὸν ἀδελφὸν ὁ Κώνστας ἐκποδὼν ποιησάμενος διὰ πάσης ὠμότητος ἐχώρει κατὰ τῶν ὑπηκόων, πᾶσαν ἀφόρητον ὑπερβαλλόμενος τυραννίδα. βαρβάρους γὰρ εὐπροσώπους ὠνούμενος καὶ ἔχων ἐν ὁμήρων τάξει παῤ ἑαυτῷ, πάντα τε πράττειν ἐφιεὶς κατὰ τῶν ὑπηκόων αὐτοῖς οἷα τὴν ὥραν ἐπιδιδοῦσιν αὐτῷ πρὸς διαφθοράν, εἰς ἔσχατον ἤγαγε πάντα τὰ ὑπ’ αὐτὸν ἔθνη κακοῦ. πρὸς ἃ δυσχεραίνοντες οἱ περὶ τὴν αὐλήν, ἐπειδὴ ταῖς περὶ θήραν τέρψεσιν αὐτὸν ἐγκείμενον εἶδον, ἡγεμόσι πρὸς τοῦτο χρησάμενοι Μαρκελλίνῳ τῷ τοῦ ταμιείου προεστηκότι καὶ Μαγνεντίῳ τῷ τὴν ἀρχὴν ἐπιτετραμμένῳ τῶν Ἰοβιανῶν καὶ Ἑρκουλιανῶν ʽτάγματα δὲ ταῦτα ἐπώνυμἀ τρόπῳ τοιῷδε τὴν ἐπιβουλὴν τὴν κατ̓ αὐτοῦ σκευωροῦσι. γενέθλιον ἄξειν ἡμέραν οἰκείου παιδὸς ὁ Μαρκελλῖνος εἰπὼν ἐκάλει πρὸς ἑστίασιν ἄλλους τε πολλοὺς ἐξέχοντας τοῦ στρατοπέδου καὶ Μαγνέντιον σὺν αὐτοῖς: τοῦ δὲ συμποσίου μέχρι μέσων ἐκταθέντος νυκτῶν, ὁ Μαγνέντιος διά τι δῆθεν τῶν ἀναγκαίων ἀναστὰς ἐκ τοῦ δείπνου, καὶ πρὸς βραχὺ τῶν δαιτυμόνων ἑαυτὸν ἀποστήσας, ἐφαίνετο τοῖς συμπόταις ὥσπερ ἐν σκηνῇ τὴν βασιλικὴν ἠμφιεσμένος στολήν.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
