Ancient Greek
Book 2, Chapter 42
Zosimus, Historia Nova 2.42.5
Not analysed yet
καὶ ἁπλῶς εἰπεῖν ὁμίλου στρατιωτικοῦ παντὸς οἱ προεστῶτες εἰς ἓν συνελθόντες, ἐπειδὴ τοὺς ἀρχηγοὺς τῆς συνωμοσίας ἐκβοήσαντας εἶδον, οὐκ εἰδότες σχεδὸν τὸ πραττόμενον, ἐπεβόων ἅπαντες, Σεβαστὸν ἀνακαλοῦντες Μαγνέντιον. τούτων ὁ Κώνστας αἰσθόμενος ἀποδρᾶναι πρός τινα πολίχνην ὡρμήθη τοῦ Πυρηναίου πλησίον ᾠκισμένην: Ἑλένη δὲ τοὔνομα τῷ πολιχνίῳ. καταληφθεὶς δὲ ὑπὸ Γαΐσωνος, εἰς τοῦτο μετά τινων ἐπιλέκτων σταλέντος, ἀνῃρέθη, πάσης αὐτὸν βοηθείας ἀπολιπούσης.