Ancient Greek
Book 2, Chapter 45
Zosimus, Historia Nova 2.45.1
Not analysed yet
Τούτῳ τῷ τρόπῳ τῆς κατὰ Βετρανίωνος ἀπάτης εἰς ἔργον ἐκβάσης, ἐπὶ Μαγνέντιον ἐλαύνων Κωστάντιος Γάλλον, ὄντα τοῦ θείου παῖδα, Ἰουλιανοῦ δὲ τοῦ μετὰ ταῦτα βασιλεύσαντος ἀδελφὸν ὁμοπάτριον, Καίσαρα καθίστησι, καὶ Κωσταντίαν αὐτῷ κατεγγυήσας τὴν ἀδελφήν, εἴτε τοῖς Περσῶν πολέμοις ἀντιστησόμενον, εἴτε, ὅπερ ἦν ἀληθές, πρόφασιν τῆς αὐτοῦ βουλόμενος εὑρεῖν ἀναιρέσεως: μόνοι γὰρ ἔτυχον αὐτός τε καὶ ἁδελφὸς ἐκ τοῦ Κωσταντίου γένους περιλειφθέντες, τῶν ἄλλων πρὸς αὐτοῦ πάντων ἀνῃρημένων, ὡς διεξήλθομεν ἤδη.