# Historia Nova 2.46.3

Zosimus, Historia Nova, Book 2, Chapter 46. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/2.46.3

ὃ δὲ ἐπειδὴ πλησίον ἦν, συνήντησε Μαρκελλίνῳ μεγίστην παρὰ Μαγνεντίῳ δύναμιν ἔχοντι, καὶ σὺν αὐτῷ πρὸς Μαγνέντιον ᾔει. συναγαγὼν τοίνυν εἰς ἐκκλησίαν τὸ στράτευμα, λέγειν ἐκέλευε Φιλίππῳ τὴν αἰτίαν δἰ ἣν παραγέγονεν. ὃ δὲ πρὸς μὲν τὸ στρατόπεδον ἔλεγεν ὡς οὐ προσήκει Ῥωμαίοις ὄντας ὑπηκόους κατὰ Ῥωμαίων πόλεμον ἄρασθαι, καὶ μάλιστα Κωνσταντίνου παιδὸς βασιλεύοντος, μεθ̓ οὗ πολλὰ κατὰ βαρβάρων ἔστησαν τρόπαια, πρὸς δὲ Μαγνέντιον ὡς δέοι μνήμην ἔχειν αὐτὸν τῶν Κωνσταντίνου καὶ περὶ αὐτόν τε καὶ τοὺς αὐτοῦ γονέας εὐεργεσιῶν: δεδέχθαι γὰρ ὑπ’ ἐκείνου καὶ μεγίστων ἠξιῶσθαι τιμῶν. καὶ ταῦτα διεξελθὼν παραχωρῆσαι μὲν ᾔτει Μαγνέντιον Ἰταλίας, ἔχειν δὲ τὰ ὑπὲρ τὰς Ἄλπεις ἔθνη καὶ τούτων ἄρχειν ἁπάντων.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
