Ancient Greek
Book 2, Chapter 48
Zosimus, Historia Nova 2.48.2
Not analysed yet
φόνου δὲ γενομένου πολλοῦ καὶ τῶν μὲν ἐν τῷ φεύγειν τῆς τοῦ ποταμοῦ γεφύρας ἀποπιπτόντων, τῶν δὲ σὺν τόνῳ πολλῷ διωκόντων, εἰς ἔσχατον ἐλθὼν ὁ Μαγνέντιος κακοῦ τοιάδε μηχανησάμενος τὸν ἐνεστῶτα διαδρᾶναι κίνδυνον οἷός τε γέγονε. πήξας ἐν τῇ γῇ τὸ δόρυ, καὶ τῇ δεξιᾷ νεύσας τοῖς ἐναντίοις ὡς δή τι βουλόμενος εἰπεῖν εἰρηναῖον, ἐπειδὴ τὴν ἀκοὴν εἶδεν ὑπέχοντας, οὐ δίχα τῆς τοῦ βασιλέως κελεύσεως ἔφη τὸν Σάον ἐθελῆσαι περαιωθῆναι, Φιλίππου δὲ εἰπόντος χρῆναι τὴν Ἰταλίαν αὐτὸν καὶ Νωρικοὺς ἀπολιπόντα τὴν Ἰλλυρίδα καταλαβεῖν καὶ ἐν ταύτῃ τοὺς περὶ τῶν σπονδῶν ποιήσασθαι λόγους.