Ancient Greek
Book 2, Chapter 5
Zosimus, Historia Nova 2.5.4
Not analysed yet
κομίζονται δὲ οἱ ταῦτα ποιοῦντες μισθὸν τὰς ἀπαρχὰς τῶν καρπῶν, σίτου καὶ κριθῆς καὶ κυάμων: αὗται γάρ, ὡς εἴρηταί μοι, καὶ τῷ δήμῳ παντὶ διανέμονται. τῇ δὲ μετὰ ταύτην ἡμέρᾳ εἰς τὸ Καπιτώλιον ἀναβάντες, κἀνταῦθα τὰς νενομισμένας θυσίας προσαγαγόντες, ἐντεῦθέν τε ἐπὶ τὸ κατεσκευασμένον θέατρον ἐλθόντες, τὰς θεωρίας ἐπιτελοῦσιν Ἀπόλλωνι καὶ Ἀρτέμιδι. τῇ δὲ μετὰ ταύτην ἡμέρᾳ γυναῖκες ἐπίσημοι, κατὰ τὴν ὥραν ἣν ὁ χρησμὸς ὑπηγόρευσεν, εἰς τὸ Καπιτώλιον συνελθοῦσαι λιτανεύουσιν τὸν θεὸν καὶ ὑμνοῦσιν ὡς θέμις.