Ancient Greek
2.51.1 to 2.51.2
Zosimus, Historia Nova 2.51.1-2
Not analysed yet
Κωνστάντιος δὲ θεασάμενος ὡς ἐμφυλίου τῆς μάχης οὔσης οὐδὲ τὰ τῆς νίκης ἐκβήσεται κατὰ νοῦν αὐτῷ, τῶν Ῥωμαϊκῶν στρατοπέδων τοσοῦτον ἐλαττουμένων καὶ τοῖς πανταχόθεν ἐπικειμένοις βαρβάροις μετὰ τοσαύτην φθορὰν ἀντέχειν οὐ δυναμένων, εἰς ἔννοιαν ἦλθε τοῦ σπονδαῖς τισὶ καὶ συμβάσεσι καταλῦσαι τὸν πόλεμον. ταῦτα δὲ αὐτοῦ τῶν στρατοπέδων ἔτι συμπεπλεγμένων ἀλλήλοις λογιζομένου, πρὸς μείζονα λύσσαν ἐπαρθέντες οἱ Μαγνεντίῳ συναγωνιζόμενοι οὐδὲ νυκτὸς μαχομένοις αὐτοῖς ἐπελθούσης ἐπαύσαντο, ἐπέμεινάν τε αὐτοί γε οἱ στρατηγοὶ στρατιωτῶν ἔργα πληροῦντες καὶ τοῖς καθ̓ ἕκαστον στρατιώταις ἐπικεῖσθαι τοῖς ἐναντίοις ἐγκελευόμενοι.