Ancient Greek
Book 2, Chapter 53
Zosimus, Historia Nova 2.53.3
Not analysed yet
πυθόμενος δὲ ὡς καὶ τοὺς περὶ τὸν Ῥῆνον βαρβάρους χρημάτων πλήθει δυσμενεῖς αὐτῷ πεποίηκεν ὁ Κωνστάντιος καὶ τὰ τῶν Γαλατῶν ἔθνη διά τινων εὔνοιαν εἰσφερόντων αὐτῷ στρατηγῶν ἄβατα πεποίηκεν αὐτῷ, μήτε δὲ διὰ τῶν ἑσπερίων Ἰβήρων εἰς Μαυρουσίους οἷός τε γενόμενος διαβῆναι τῷ καὶ τοὺς ταύτῃ Ῥωμαίων συμμάχους εἰς εὔνοιαν τὸν Κωνστάντιον ἐπισπάσασθαι, πανταχόθεν ἀπορούμενος θάνατον ἐθελούσιον σωτηρίας αἰσχρᾶς ἔμπροσθεν ἐποιήσατο, μᾶλλον δὲ οἰκείαις χ̣̔?ʼρσὶν ἢ ταῖς τῶν πολεμίων εἵλετο τὸν βίον ἀπολιπεῖν.