Ancient Greek
Book 2, Chapter 54
Zosimus, Historia Nova 2.54.2
Not analysed yet
Ταῦτα μὲν οὖν περὶ Μαγνεντίου προήχθην εἰπεῖν, ἐπειδή τισιν ἔδοξεν ἀγαθῶν αἴτιος γεγενῆσθαι κατὰ τὸν καιρὸν τῆς αὐτοῦ βασιλείας τοῖς πράγμασιν, ὥστε γνωσθῆναι περὶ αὐτοῦ τἀληθῆ, καὶ ὡς οὐδὲν ἐξ ἀγαθῆς αὐτῷ πεποίηται προαιρέσεως. Δεκέντιος δὲ παρὰ Μαγνεντίου μεταπεμφθεὶς εἰς βοήθειαν καὶ τῆς ἐπὶ τὴν Ἰταλίαν ὁδοιπορίας ἐχόμενος, ἅμα τῷ πυθέσθαι τὰ τούτῳ συμβάντα στρατιωτικοῖς τάγμασι καὶ ἴλαις περιπεσὼν οὐδεμίαν τε ὁρῶν σωτηρίας ἐλπίδα, βρόχω περιστρέψας τὸν τράχηλον ἀπηλλάγη.