Ancient Greek
Book 2, Chapter 7
Zosimus, Historia Nova 2.7.1
Not analysed yet
Εἰ τοίνυν, ὡς τὸ θεοπρόπιόν φησι καὶ τὸ ἀληθὲς ἔχει, τούτων ἁπάντων κατὰ θεσμὸν ἐπιτελουμένων ἐφυλάττετο μὲν ἡ Ῥωμαίων ἀρχή, καὶ διετέλεσαν τὴν καθ̓ ἡμᾶς πᾶσαν ὡς εἰπεῖν οἰκουμένην ὑφ̓ ἑαυτοὺς ἔχοντες: ἀμεληθείσης δὲ τῆς ἑορτῆς ἀποθεμένου Διοκλητιανοῦ τὴν βασιλείαν, ὑπερρύη κατὰ βραχὺ καὶ ἔλαθε κατὰ τὸ πλέον βαρβαρωθεῖσα, ὡς αὐτὰ ἡμῖν τὰ πράγματα ἔδειξεν. βούλομαι δὲ καὶ ἐκ τῶν χρόνων ἀληθῆ δεῖξαι τὸν λόγον.