Ancient Greek
Book 2, Chapter 8
Zosimus, Historia Nova 2.8.2
Not analysed yet
τῶν δὲ πραγμάτων εὖ διακειμένων καὶ τῶν πανταχοῦ βαρβάρων ἐκ τῶν προλαβόντων κατορθωμάτων ἀσμένως ἡσυχαζόντων, Κωνσταντῖνος ἐξ ὁμιλίας γυναικὸς οὐ σεμνῆς οὐδὲ κατὰ νόμον συνελθούσης Κωσταντίῳ τῷ βασιλεῖ γεγενημένος, ἤδη μὲν ἔχων ἔννοιαν ἐν ἑαυτῷ βασιλείας, εἰς μείζονα δὲ καταστὰς ἐπιθυμίαν ἀφ̓ οὗ Σεβῆρος καὶ Μαξιμῖνος τῆς τοῦ Καίσαρος τιμῆς ἔτυχον, ἔγνω τοὺς τόπους λιπεῖν ἐν οἷς ἔτυχεν διατρίβων, ἐξορμῆσαι δὲ πρὸς τὸν πατέρα Κωστάντιον ἐν τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσιν ὄντα καὶ τῇ Βρεττανίᾳ συνεχέστερον ἐνδημοῦντα.