# Historia Nova 3.11.5

Zosimus, Historia Nova, Book 3, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/3.11.5

ἀφέντες τοίνυν φωνὰς ἀλλοκότους ἐλύπησαν. ὃ δὲ ἠμύνατο, τιμωρίαν μὲν οὐδεμίαν ἔργῳ αὐτοῖς ἐπιθείς, λόγον δὲ ἀστειότατον εἰς αὐτούς τε καὶ τὴν πόλιν συνθείς, ὃς τοσαύτην ἐν ἑαυτῷ μετ̓ εἰρωνείας ἔχει πικρίαν ὥστε πανταχοῦ γῆς ἤρκεσε τὰ Ἀντιοχέων ὀνείδη διενεγκεῖν. ἀλλ̓ ἐκείνοις μὲν ὑπὲρ ὧν ἔπταισαν μετεμέλησεν, ὁ δὲ βασιλεὺς βοηθήσας τὰ εἰκότα τῇ πόλει καὶ πλῆθος πολὺ παραδοὺς βουλευτῶν, ἐκ πατρὸς εἰς τοῦτο καταγομένων καὶ ἔτι ὅσους ἔτυχον τεκοῦσαι βουλευτῶν θυγατέρες, ὅπερ ὀλίγαις δεδομένον ἔγνωμεν πόλεσιν, ἄλλα τε πολλὰ καλῶς καὶ δικαίως οἰκονομήσας, ἐπὶ τὸν κατὰ Περσῶν παρεσκευάζετο πόλεμον.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
