Ancient Greek
3.12.4 to 3.12.5
Zosimus, Historia Nova 3.12.4-5
Not analysed yet
καὶ συνταραχθῆναι μὲν ἐκ τούτου τῷ στρατοπέδῳ συνέβη: μαθὼν δὲ ὁ βασιλεὺς λῃστὰς εἶναι μᾶλλον, οἳ διαρπάσαντες τ̣̔?ʼ ἐν ποσὶν ἀνεχώρησαν, ἔγνω φυλακὴν ἀρκοῦσαν τοῖς ἐπὶ τὸν Τίγρητα χωρίοις καταλιπεῖν, ὡς μὴ τῆς δυνάμεως ἁπάσης σὺν αὐτῷ διὰ τῆς ἑτέρας ὁδοῦ τῇ Περσῶν ἐπιούσης ἐπικρατείᾳ λαθόντες οἱ Πέρσαι Νίσιβιν καὶ τὰ ταύτῃ προσκείμενα πάντα κακώσαιεν, εὑρόντες ἔρημα βοηθείας. ἔδοξεν οὖν ὀκτακισχιλίους καὶ μυρίους ὁπλίτας αὐτόθι καταλειφθῆναι, στρατηγεῖν δὲ τούτων Σευαστιανὸν καὶ Προκόπιον, αὐτὸν δὲ ἅμα τῇ πάσῃ δυνάμει διὰ τοῦ Εὐφράτου χωρῆσαι, διχῇ διελόντα τὴν σὺν αὐτῷ στρατιάν, ὥστε πανταχόθεν, εἴ τινες τῶν πολεμίων φανεῖεν, εἶναι τοὺς τούτοις ἀνθισταμένους, καὶ μὴ ἐπ’ ἀδείας τὰ προσπεσόντα καταδραμεῖν.