Ancient Greek
Book 3, Chapter 13
Zosimus, Historia Nova 3.13.3
Not analysed yet
ἠκολούθει δὲ καὶ ἄλλα πάμπολλα πλοῖα, τὰ μὲν τροφὰς φέροντα τῷ στρατῷ, τὰ δὲ ξύλα πρὸς μηχανὰς ἐπιτήδεια, τὰ δὲ καὶ τὰ ἤδη κατεσκευασμένα πολιορκητικὰ μηχανήματα. κατέστησαν δὲ ναύαρχοι Λουκιανὸς καὶ Κωνστάντιος. οὔσης δὲ τοιαύτης τῆς τοῦ στρατοῦ τάξεως, ἀπό τινος βήματος ὁ βασιλεὺς πᾶσιν ὁμοῦ τὰ καθήκοντα προσφωνήσας, ἀργυρῶν τε νομισμάτων τριάκοντα καὶ ἑκατὸν τῶν στρατιωτῶν ἕκαστον δόσει τιμήσας, τὴν ἐπὶ Πέρσας εἰσβολὴν ἐποιήσατο, τοῦ μὲν πεζοῦ Βίκτορα στρατηγὸν καταστησάμενος, Ὁρμίσδην δὲ τῆς ἵππου, καὶ Ἀρινθαῖον σὺν τούτῳ.