Ancient Greek
Book 3, Chapter 15
Zosimus, Historia Nova 3.15.2
Not analysed yet
καὶ ἕτερα δὲ φρούρια κατέλιπε, ταῖς ὁμοίαις πεισθεὶς ὑποσχέσεσιν: ᾤετο γὰρ μὴ περὶ μικρὰ διατρίβειν τὸν χρόνον, ἀλλ̓ εἰς τὸ κεφάλαιον ἑαυτὸν ἐμβαλεῖν τοῦ πολέμου. σταθμοὺς δέ τινας παραμείψας εἰς Δάκιρα παρεγένετο, πόλιν ἐν δεξιᾷ πλέοντι τὸν Εὐφράτην κειμένην: ἥν τινα τῶν οἰκούντων ἔρημον εὑρόντες οἱ στρατιῶται σῖτόν τε πολὺν ἐναποκείμενον ἥρπασαν καὶ ἁλῶν πλῆθος οὐ μέτριον, γυναῖκάς τε τὰς ἐγκαταλειφθείσας ἀποσφάξαντες οὕτω κατέσκαψαν ὥστε οἴεσθαι τοὺς ὁρῶντας μηδὲ γεγονέναι πόλιν αὐτόθι.